TLG 1322 001 :: DIOGENIANUS :: Fragmenta Fragmenta frr. 1–4 Citation: Fragment — (line) | ||
1 | Ἄξιον δὲ ἐπὶ τούτοις ἅπασι παραθέσθαι καὶ τὰ δοκοῦντα Χρυ‐ σίππῳ τῷ Στωικῷ περὶ τοῦ λόγου τούτου. Οὗτος γὰρ ἐν τῷ πρώτῳ ‘περὶ εἱμαρμένησ‘ βιβλίῳ βουλόμενος δεικνύναι τὸ δὴ πάνθ’ ὑπ’ ἀνάγκης καὶ τῆς εἱμαρμένης κατειλῆφθαι μαρτυρίοις ἄλλοις | |
5 | τέ τισι χρῆται καὶ τοῖς οὑτωσὶ παρ’ Ὁμήρῳ τῷ ποιητῇ λεγομένοις ‘ἀλλ’ ἐμὲ μὲν κὴρ ἀμφέχανε στυγερή, ἥπερ λάχε γεινόμενόν περ‘ (Ψ 78 sq.) καὶ ‘ὕστερον αὖτε τὰ πείσεται, ἅσσα οἱ αἶσα γεινομένῳ ἐπένησε λίνῳ, ὅτε μιν τέκε μήτηρ‘ (Υ 127 sq.) | |
---|---|---|
10 | καὶ ‘μοῖραν 〈δ’〉 οὔ τινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν‘ (Ζ 488) οὐ θεωρῶν, ὅτι τὰ ἀλλαχοῦ πάλιν παρὰ τῷ ποιητῇ λεγόμενα τού‐ τοις ἄντικρυς ἠναντίωται, οἷς καὶ αὐτὸς ἐν τῷ δευτέρῳ βιβλίῳ χρῆται βουλόμενος συνιστᾶν τὸ καὶ παρ’ ἡμᾶς πολλὰ γίνεσθαι, οἷον τὸ | |
15 | ‘αὐτοὶ γὰρ σφετέρῃσιν ἀτασθαλίῃσιν ὄλοντο‘ (α 7) καὶ τὸ ‘ὦ πόποι, οἷον δή νυ θεοὺς βροτοὶ αἰτιόωνται· ἐξ ἡμέων γάρ φασι κάκ’ ἔμμεναι, οἳ δὲ καὶ αὐτοὶ σφῇσιν ἀτασθαλίῃσιν ὑπὲρ μόρον ἄλγε’ ἔχουσι‘ (α 32 sq.). ταῦτα γὰρ καὶ τὰ τοιαῦτα τῷ πάντα γίνεσθαι καθ’ εἱμαρμένην | |
20 | ἠναντίωται. οὐ μὴν οὐδ’ ἐκεῖνο συνιδεῖν ἠδυνήθη τὸ μηδαμῶς τὸν Ὅμηρον μηδ’ ἐν ἐκείνοις τοῖς ἔπεσι συμμαρτυρεῖν αὐτοῦ τῷ δόγματι. οὐ γὰρ 〈τὸ〉 πάντα γίνεσθαι καθ’ εἱμαρμένην ἀλλὰ μᾶλλον τὸ τινὰ κατ’ ἐκείνην συμβαίνειν ἐξ αὐτῶν ὑποβάλλων εὑρεθήσεται. τὸ γὰρ | |
25 | ‘ἀλλ’ ἐμὲ μὲν κὴρ ἀμφέχανε στυγερή, ἥ τις λάχε γεινόμενόν περ‘ οὐχ ὅτι πάντα κατὰ τὴν κῆρα συμβαίνει λέγοιτο ἂν ἀλλ’ αὐτὸ τὸ τεθνήξεσθαι· καὶ γὰρ ὡς ἀληθῶς παντὶ γεννητῷ ζῴῳ θανεῖν καθ‐ είμαρται. ἀλλὰ μὴν καὶ τὸ | |
30 | ‘ὕστερον αὖτε τὰ πείσεται, ἅσσα οἱ αἶσα | |
γεινομένῳ ἐπένησε λίνῳ, ὅτε μιν τέκε μήτηρ.‘ τὸ αὐτὸ βούλεται. οὐ γὰρ, ὅτι πάντα αὐτῷ τὰ μετὰ ταῦτα καθ’ εἱμαρμένην συμβήσεται, λέγει, ἀλλ’ ὅτι κατ’ ἀνάγκην αὐτῷ 〈τινα〉 συμβήσεται. ἡ γὰρ τοῦ ‘ἅσσα‘ διαστολὴ τί ποτε ἕτερον ἢ τοῦτο | 748 | |
35 | σημαίνει; πολλὰ δὲ κατ’ ἀνάγκην ἡμῖν, εἰ καὶ μὴ πάντα, ἐπίκειται. καὶ τὸ ‘μοῖραν δ’ οὔ τινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν‘ ἄριστα εἴρηται. τίς γὰρ ἂν δύναιτο τὰ κατ’ ἀνάγκην παντὶ ζῴῳ συγκυροῦντα διαφυγεῖν; ὥστ’ οὐχ ὅπως σύμψηφον ἂν ἔχοι τὸν | |
40 | Ὅμηρον Χρύσιππος ἐν τῷ ‘πάντα καθ’ εἱμαρμένην γίνεσθαι‘ νομί‐ ζειν, ἀλλὰ καὶ ἐναντιούμενον, εἴ γε ἐκεῖνος μέν, ὅτι πολλὰ γίνεται παρ’ ἡμᾶς, σαφῶς καὶ πολλάκις εἴρηκε, τὸ δ’, ὅτι κατὰ ἀνάγκην πάντα συμβαίνει, οὐδαμοῦ ῥητῶς ἂν εὑρεθείη λέγων. καὶ τῷ ποι‐ ητῇ μὲν ἅτε οὐ τὴν ἀλήθειαν ἡμῖν τῆς τῶν ὄντων φύσεως ὑπισ‐ | |
45 | χνουμένῳ ἀλλὰ μιμουμένῳ πάθη τε καὶ ἤθη καὶ δόξας παντοίας ἀνθρώπων ἁρμόττει πολλάκις καὶ τὰ ἐναντία λέγειν, φιλοσόφῳ δὲ οὔτε τὰ ἐναντία λέγειν οὔτε ποιητῇ δι’ αὐτὸ τοῦτο χρῆσθαι μάρτυρι | |
2 | Τεκμήριον δὲ καὶ ἄλλο ἰσχυρὸν φέρειν Χρύσιππος οἴεται τοῦ ἐν ἅπασιν εἱμαρμένην, τὴν θέσιν τῶν τοιούτων ὀνομάτων. ‘τήν τε γὰρ πεπρωμένην πεπερασμένην τινά φησιν εἶναι καὶ συν‐ τετελεσμένην διοίκησιν, τήν τε εἱμαρμένην εἰρομένην τινὰ εἴτε | |
5 | ἐκ θεοῦ βουλήσεως εἴτε ἐξ ἧς δή ποτ’ οὖν αἰτίας. ἀλλὰ καὶ τὰς μοίρας ὠνομάσθαι ἀπὸ τοῦ [κατα]μεμερίσθαι καὶ κατανενεμῆσθαί τινα ἡμῶν ἑκάστῳ (οὕτω δὲ καὶ τὸ χρεὼν εἰρῆσθαι τὸ ἐπιβάλλον καὶ καθῆκον κατὰ τὴν εἱμαρμένην)· τόν τε ἀριθμὸν τῶν μοιρῶν τοὺς τρεῖς ὑποβάλλει χρόνους, ἐν οἷς κυκλεῖται τὰ πάντα καὶ δι’ ὧν | |
10 | ἐπιτελεῖται, καὶ Λάχεσιν μὲν κεκλῆσθαι παρὰ τὸ λαγχάνειν ἑκάστῳ τὸ πεπρωμένον, Ἄτροπον δὲ κατὰ τὸ ἄτρεπτον καὶ ἀμετάθετον τοῦ μερισμοῦ, Κλωθὼ δὲ παρὰ τὸ συγκεκλῶσθαι καὶ συνείρεσθαι τὰ πάντα καὶ μίαν αὐτῶν τεταγμένην τινὰ εἶναι διέξοδον.‘ ταῦτα γὰρ καὶ τὰ τούτοις παραπλήσια φλυαρῶν ἀποδεικνύναι | |
15 | τὴν ἐν ἅπασιν ἀνάγκην νομίζει. ἐμοὶ δὲ θαυμάζειν ἔπεισιν, εἰ τοι‐ αῦτα λέγων οὐκ ᾐσθάνετο τῆς ἑαυτοῦ ματαιολογίας. ἔστω γὰρ ταύταις ταῖς ἐννοίαις κεχρημένους τοὺς ἀνθρώπους, καθὼς αὐτὸς | |
ἐτυμολογεῖ, τὰ ὀνόματα τεθεῖσθαι τὰ ἐκκείμενα δοξάζοντας τὸ πάντα κατειληφέναι τὴν εἱμαρμένην καὶ ἀμεταθέτους εἶναι τὰς | 749 | |
20 | ἐξ αἰῶνος προκατειλημμένας ἐν πᾶσι τοῖς οὖσί τε καὶ γιγνομέ‐ νοις αἰτίας. τί οὖν ἀκολουθεῖς, ὦ Χρύσιππε, πάσαις ταῖς τῶν ἀνθρώπων δόξαις, καὶ οὐδεμία σοι περὶ οὐδενὸς φαίνεται διεψευ‐ σμένη, ἀλλὰ πάντες τῆς ἀληθείας εἰσί 〈σοι〉 θεωρητικοί; πῶς οὖν οὐδένα φῂς ἄνθρωπον, ὃς οὐχὶ μαίνεσθαί σοι δοκεῖ κατ’ ἴσον | |
25 | Ὀρέστῃ τε καὶ Ἀλκμέωνι, πλὴν τοῦ σοφοῦ; ἕνα δὲ ἢ δύο μόνους σοφοὺς φῂς γεγονέναι, τοὺς δὲ ἄλλους ἐξ ἀφροσύνης ἐπίσης μεμη‐ νέναι τοῖς προειρημένοις; πῶς δὲ ἀνασκευάζεις αὐτῶν τὰς δόξας ἐκείνας ὡς διημαρτημένας οἷον τὰς περὶ πλούτου καὶ δόξης καὶ τυραννίδος καθόλου τε ἡδονῆς, ἅπερ ἀγαθὰ νενομίκασιν οἱ πλεῖ‐ | |
30 | στοι; πῶς δὲ καὶ τοὺς κειμένους νόμους ἡμαρτῆσθαι φῂς ἅπαντας καὶ τὰς πολιτείας; ἢ διὰ τί πλῆθος τοσούτων βιβλίων συνέγραψας, εἰ περὶ μηδενὸς εἶχον οἱ ἄνθρωποι δόξας διημαρτημένας; οὐ γάρ, ὅταν μὲν ταὐτά σοι δοξάζωσιν, ὀρθῶς φρονεῖν αὐτοὺς φήσομεν, ὅταν δὲ διάφορα, μαίνεσθαι. πρῶτον μὲν γὰρ οὐδὲ σὺ σοφὸν | |
35 | εἶναι φῂς σεαυτόν, μήτι γε ἡμεῖς, ἵνα κριτήριον ποιώμεθα τοῦ καλῶς ποτε ἐκείνους φρονεῖν τὸ τῇ σῇ δόξῃ συνδραμεῖν· ἔπειτ’, εἰ καὶ τοῦτο ἦν ἀληθές, τί λέγειν ἐχρῆν μαίνεσθαι πάντας ἐπίσης, καὶ οὐχί, καθ’ ὃ μὲν ἐφαίνοντο τὰ αὐτά σοι δοξάζοντες, κατὰ τοῦτο αὐτοὺς ἐπαινεῖν ὡς ὀρθοῦ τινος ἐπειλημμένους, καθ’ ὃ δὲ διε‐ | |
40 | φώνουν, ἁμαρτάνειν αὐτοὺς ὑπολαμβάνειν; μαρτύριον μέντοι τῆς ἀληθείας ἱκανὸν ἡγεῖσθαι τὸ δοκοῦν ἐκείνοις οὐδὲ οὕτως ἐχρῆν, οὓς εἰ καὶ μὴ ‘μαίνεσθαι‘, καθάπερ σὺ οἴει, ἀλλὰ πολύ γε ἀφεστη‐ κέναι σοφίας πᾶς ἄν τις ὁμολογήσειε. γελοίως οὖν καὶ σὺ μάρτυσι χρήσῃ τούτοις διὰ τῆς θέσεως τῶν ὀνομάτων, οὓς οὐδὲν ἂν | |
45 | κατά γε σύνεσιν σεαυτοῦ φήσαις διαφέρειν, εἰ μὴ ἄρα τοὺς ἐξ ἀρχῆς θεμένους ταῦτα τὰ ὀνόματα σοφοὺς εἶναι συμβέβηκεν, ὅπερ οὐδαμῶς δεῖξαι δυνήσῃ. —ἀλλὰ γὰρ δεδόσθω σοι τοῦθ’ οὕτως ἔχειν καὶ τὰ ὀνόματα ἐκεῖνα τίθεσθαι, ὡς σὺ βούλει, τὰς σημασίας ἔχοντα, καὶ μὴ κατὰ δόξας ψευδεῖς τὸ τοιοῦτον γεγονέναι· ποῦ | |
2(50) | τοίνυν δι’ αὐτῶν σημαίνεται τὸ πάντα ἐσαπλῶς καθ’ εἱμαρμένην εἶναι καὶ μὴ (εἰ ἄρα) ταῦτα μόνα ὧν ἐστιν εἱμαρμένη; ‘ὅ τε γὰρ τῶν μοιρῶν ἀριθμὸς καὶ τὰ ὀνόματα αὐτῶν καὶ ὁ τῆς Κλωθοῦς ἄτρακτος καὶ τὸ ἐπειλημένον αὐτῷ νῆμα καὶ τὸ ἐπίκλωσμα τούτου, καὶ ὅσα ἄλλα τοιαῦτα λέγεται ἐν ἐκείνοις, ἐνδείκνυται τὸ ἀπαρά‐ | |
55 | βατον καὶ ἐξ αἰῶνος καθῆκον τῶν αἰτίων, ὅσα οὑτωσὶ κατηνάγ‐ κασται γενέσθαι καὶ ὅσα ἄλλως ἔχειν κεκώλυται.‘ πολλὰ δ’ ἂν | |
εἴη τὰ τοιαῦτα. ὅσα δὲ οὐχ οὕτω γίνεται, τούτων τισὶ μὲν οἱ ἄνθρωποι θεοὺς διοικητὰς καὶ δημιουργοὺς ἐπεφήμισαν, τινῶν δὲ ἡμᾶς αὐτοὺς αἰτίους ὑπέλαβον, ἄλλων δὲ αὖ πάλιν τὴν φύσιν, | 750 | |
60 | ἄλλων τὴν τύχην (ἧς τὸ εὐμετάβολον καὶ ἄστατον καὶ νῦν μὲν οὕτω νῦν δὲ οὕτως ἔχον ἐνδείξασθαι βουλόμενοι, εἰδω‐ λοποιήσαντες τὸ ποιὸν τοῦτο σύμπτωμα τῶν πραγμάτων, ἐπὶ σφαίρας βεβηκυῖαν τὴν Τύχην ἔδειξαν). ἢ οὐχὶ δεδόξασται παρὰ τοῖς ἀνθρώποις καὶ ταῦτα; καὶ γὰρ εἴ ποτε συνταράττουσι τὰ | |
65 | αἴτια καὶ, ὅσα μὲν καθ’ εἱμαρμένην ἢ κατὰ τύχην γίνεται, ταῦτα ἐκ θείας δυνάμεως γίνεσθαι νομίζουσιν, ὅσα δὲ παρ’ ἡμᾶς, ταῦτα καθ’ εἱμαρμένην· ἀλλ’ ὅτι γε πάντα τὰ αἴτια ταῦτα ἐν τοῖς οὖσι〈ν〉 εἶναι δοξάζουσιν, παντί που δῆλον. ὥστε οὔτε τὰς τῶν ἀνθρώπων ὑπολήψεις οὔτε τὰς θέσεις τῶν τοιούτων ὀνομάτων | |
70 | συμμαρτυρεῖν τῇ Χρυσίππου δόξῃ συμβέβηκε. | |
3 | Ἐν μὲν οὖν τῷ πρώτῳ περὶ εἱμαρμένης βιβλίῳ τοιαύ‐ ταις τισὶν ἀποδείξεσι κέχρηται, ἐν δὲ τῷ δευτέρῳ λύειν πειρᾶται τὰ ἀκολουθεῖν δοκοῦντα ἄτοπα τῷ λόγῳ τῷ ‘πάντα κατηναγκά‐ σθαι‘ λέγοντι, ἅπερ καὶ ἡμεῖς κατ’ ἀρχὰς ἐτίθεμεν, οἷον τὸ ἀναι‐ | |
5 | ρεῖσθαι δι’ αὐτοῦ τὴν ἐξ ἡμῶν αὐτῶν προθυμίαν περὶ ψόγους τε καὶ ἐπαίνους καὶ προτροπὰς καὶ πάνθ’ ὅσα παρὰ τὴν ἡμετέραν αἰτίαν γιγνόμενα φαίνεται. φησὶν οὖν ἐν τῷ δευτέρῳ βιβλίῳ ‘τὸ μὲν ἐξ ἡμῶν πολλὰ γίνεσθαι δῆλον εἶναι, οὐδὲν 〈δὲ〉 ἧττον συγκαθειμάρθαι καὶ ταῦτα τῇ τῶν ὅλων διοικήσει.‘ κέχρηταί τε | |
10 | παραδείγμασι τοιούτοις τισί. ‘τὸ γὰρ μὴ ἀπολεῖσθαι (φησὶ) θοἰ‐ μάτιον οὐχ ἁπλῶς καθείμαρτο ἀλλὰ μετὰ τοῦ φυλάττεσθαι, καὶ τὸ ἐκ τῶν πολεμίων σωθήσεσθαι τόνδε τινὰ μετὰ τοῦ φεύγειν αὐτὸν τοὺς πολεμίους, καὶ τὸ γενήσεσθαι παῖδας μετὰ τοῦ βού‐ λεσθαι κοινωνεῖν γυναικί· ὥσπερ γὰρ (φησὶν) εἰ λέγοντός τινος | |
15 | Ἡγήσαρχον τὸν πύκτην ἐξελεύσεσθαι τοῦ ἀγῶνος πάντως ἄπλη‐ κτον ἀτόπως ἄν τις ἠξίου καθιέντα τὰς χεῖρας τὸν Ἡγήσαρχον μάχεσθαι, ἐπεὶ ἄπληκτον αὐτὸν καθείμαρτο ἀπελθεῖν, τοῦ τὴν ἀπό‐ φασιν ποιησαμένου διὰ τὴν περιττοτέραν τἀνθρώπου πρὸς τὸ μὴ πλήττεσθαι φυλακὴν τοῦτο εἰπόντος. οὕτω καὶ ἐπὶ τῶν ἄλλων | |
20 | ἔχει. πολλὰ γὰρ μὴ δύνασθαι γενέσθαι χωρὶς τοῦ καὶ ἡμᾶς βού‐ λεσθαι καὶ ἐκτενεστάτην γε περὶ αὐτὰ προθυμίαν τε καὶ σπου‐ δὴν εἰσφέρεσθαι, ἐπειδὴ μετὰ τούτου (φησὶν) αὐτὰ γενέσθαι καθ‐ | |
είμαρτο.‘ πάλιν οὖν κἀνταῦθα θαυμάσειέ τις τἀνθρώπου τὸ ἀθεώ‐ | 751 | |
25 | ρητον καὶ ἀνεπιλόγιστον καὶ τῶν ἐναργειῶν καὶ τῆς τῶν ἰδίων λόγων ἀνακολουθίας. οἶμαι γάρ, ὅτι καθάπερ τὸ καλούμενον γλυκὺ τῷ καλουμένῳ πικρῷ ἐναντίον εἶναι συμβέβηκεν τῷ τε λευκῷ τὸ μέλαν καὶ τῷ ψυχρῷ τὸ θερμόν, οὑτωσὶ δὲ καὶ τὸ παρ’ ἡμᾶς τῷ καθ’ εἱμαρμένην, εἴ γε καθ’ εἱμαρμένην μὲν ἐκεῖνα καλεῖν | |
30 | προειλήφαμεν, ὅσα καὶ ἑκόντων ἡμῶν καὶ ἀκόντων πάντως γίνεται, παρ’ ἡμᾶς δέ, ὅσα ἐκ τοῦ σπουδάζειν ἡμᾶς καὶ ἐνεργεῖν ἐπὶ τέλος ἔρχεται ἢ παρὰ τὸ ἀμελεῖν καὶ ῥαθυμεῖν οὐκ ἐπιτελεῖται. ἐὰν τοίνυν ἐκ τοῦ σπουδάζειν ἐμὲ θοἰμάτιον φυλάττειν ἐκεῖνο σῴζηται καὶ ἐκ τοῦ βούλεσθαι γυναικὶ πλησιάζειν τὰ τέκνα γίγνηται καὶ | |
35 | ἐκ τοῦ βούλεσθαι φεύγειν τοὺς πολεμίους τὸ μὴ ἀποθνήσκειν ὑπ’ αὐτῶν καὶ ἐκ τοῦ διαμάχεσθαι πρὸς τὸν ἀνταγωνιστὴν ἀνδρείως φυλάττεσθαί τε αὐτοῦ τὰς τῶν χειρῶν ἐπιβολὰς τὸ ἄπληκτον ἐκ τοῦ ἀγῶνος ἀπαλλάττεσθαι, πῶς τὸ καθ’ εἱμαρμένην ἐνταῦθα σωθήσεται; εἰ μὲν γὰρ κατ’ ἐκείνην ταῦτα συμβαίνει, παρ’ ἡμᾶς | |
40 | οὐκ ἂν λέγοιτο συμβαίνειν, εἰ δὲ παρ’ ἡμᾶς, οὐκ ἂν κατ’ ἐκείνην δηλαδὴ διὰ τὸ μὴ δύνασθαι συνδραμεῖν ταῦτα ἀλλήλοις. ‘ἀλλὰ παρ’ ἡμᾶς μὲν ἔσται (φησὶ) περιειλημμένου μέντοι τοῦ παρ’ ἡμᾶς ὑπὸ τῆς εἱμαρμένης.‘ καὶ πῶς, εἴποιμ’ ἄν, περιειλημμένου; εἴ γε καὶ τὸ φυλάττειν θοἰμάτιον καὶ τὸ μὴ φυλάττειν ἀπὸ τῆς ἐξουσίας | |
45 | ἐγένετο τῆς ἐμῆς· οὕτω γὰρ καὶ τοῦ σῴζεσθαι τοῦτο δηλονότι κύριος ἂν εἴην ἐγώ. καὶ ἐξ αὐτῆς δὲ τῆς διαστολῆς, ἣν ποιεῖται Χρύσιππος, δῆλον γίνεται τὸ ἀπολελύσθαι τῆς εἱμαρμένης τὴν παρ’ ἡμᾶς αἰτίαν. ‘καθείμαρται γὰρ (φησὶ) σωθῆναι θοἰμάτιον, εἰ φυλάττοις αὐτό, καὶ παῖδας ἔσεσθαι, εἰ καὶ σὺ βουληθείης· | |
3(50) | ἄλλως δὲ μηδ’ ἂν ἔσεσθαί τι τούτων‘· ἐπὶ δὲ τῶν ὑπὸ τῆς εἱμαρ‐ μένης προκατειλημμένων οὐκ ἄν ποτε ὑποτιμήσεσι τοιαύταις χρη‐ σαίμεθα. οὔκουν φαμὲν τεθνήξεσθαι πάντα ἄνθρωπον εἰ τόδε τι γένοιτο, μὴ τεθνήξεσθαι δ’ εἰ μὴ γένοιτο, ἀλλ’ ἁπλῶς τεθνή‐ ξεσθαι, κἂν ὁτιοῦν πρὸς τὸ μὴ ἀποθνήσκειν καθόλου γένηται· ἢ | |
55 | μὴ ἀλγηδόνος ἔσεσθαι δεκτικόν τινα ἄνθρωπον, [κ]ἂν ταδὶ πράττῃ, ἀλλὰ πάντ’ ἄνθρωπον ἀλγηδόνος εἶναι δεκτικόν, ἐάν τε βούληται ἐάν τε μή—καὶ ὅσα ἄλλα οὑτωσὶ καὶ μὴ ἄλλως ἔχειν καθεί‐ μαρται. ὥστε εἰ 〈μὲν〉 τὸ γενέσθαι τόδε τι ἀναγκαῖόν ἐστιν, εἰ βου‐ ληθείημεν ἡμεῖς, ἄλλως δὲ οὐχί, φανερόν, ὅτι τὸ ἡμᾶς βουλη‐ | |
60 | θῆναί τε καὶ μὴ βουληθῆναι ὑπ’ οὐδεμιᾶς ἑτέρας αἰτίας προ‐ κατείχετο ἀλλ’ ἦν αὐτεξούσιον· εἰ δὲ τοῦτο ἀκατανάγκαστον ἦν, | |
καὶ τὸ γενέσθαι τόδε τι δῆλον ὡς ἀπ’ αἰῶνος οὐ προκατείχετο, εἰ μή τι καὶ αὐτὸ τὸ βούλεσθαι φυλάττειν θοἰμάτιον ἢ μὴ βού‐ λεσθαι παρά τινα εἱμαρμένην καὶ κατὰ αἰτίαν ἔξωθεν ἀναγκαίαν | 752 | |
65 | ἐγίνετο. ἀλλ’ οὕτω 〈τέλεον〉 ἡ παρ’ ἡμᾶς ἐξουσιαστικὴ δύναμις ἀναιρεῖται καὶ οὐκ ἔτι σῴζοιτο ἂν θοἰμάτιον παρὰ τὴν αἰτίαν τὴν ἐμὴν ἢ ἀπολλύοιτο· διὸ καὶ εἴην ἂν ἐγὼ καὶ ἀπολλυμένου τούτου κατὰ λόγον ἀνεπιτίμητος (ἄλλη γὰρ αὐτό τις ἀπώλλυεν αἰτία) καὶ σῳζομένου πάλιν οὐδαμῶς ἐπαινούμενος, ὅτι μηδὲ τοῦτο | |
70 | εἰργαζόμην ἐγώ. σὺ δὲ ὡς σῶσαι πάντα δυνάμενος, οὕτως ἀνετείνου τῷ λόγῳ. | |
4 | Φέρει δὲ καὶ ἄλλην ἀπόδειξιν ἐν τῷ προειρημένῳ βιβλίῳ τοιαύτην τινά· ‘μὴ γὰρ ἂν τὰς τῶν μάντεων προρρήσεις ἀληθεῖς εἶναί φησιν, εἰ μὴ πάντα ὑπὸ τῆς εἱμαρμένης περιείχοντο‘, ὃ καὶ αὐτὸ πολλῆς εὐηθείας μεστόν ἐστιν. ὡς γὰρ ἐναργοῦς ὄντος | |
5 | τοῦ πάσας ἀποβαίνειν τὰς τῶν καλουμένων μάντεων προρρή‐ σεις, 〈ἢ〉 ὡς μᾶλλον ἂν ὑπό τινος τούτου συγχωρηθέντος τοῦ ‘πάντα γίνεσθαι καθ’ εἱμαρμένην‘ καὶ οὐχὶ ὁμοίως ἂν ψευδοῦς ῥηθέντος καὶ αὐτοῦ (ἐπειδὴ καὶ τὸ ἐναντίον, λέγω δὲ τὸ μὴ πάντα ἀποβαίνειν τὰ προαγορευθέντα μᾶλλον δὲ τὰ πλεῖστα αὐτῶν, ἡ | |
10 | ἐνάργεια δείκνυσιν) οὕτω τὴν ἀπόδειξιν ἡμῖν Χρύσιππος κεκόμικε δι’ ἀλλήλων κατασκευάζων ἑκάτερα. τὸ μὲν γὰρ ‘πάντα γίγνεσθαι καθ’ εἱμαρμένην‘ ἐκ τοῦ ‘μαντικὴν εἶναι‘ δεικνύναι βούλεται, τὸ δὲ ‘εἶναι μαντικὴν‘ οὐκ ἂν ἄλλως ἀποδεῖξαι δύναιτο, εἰ μὴ προ‐ λάβοι τὸ ‘πάντα συμβαίνειν καθ’ εἱμαρμένην‘. ποῖος δ’ ἂν μοχθη‐ | |
15 | ρότερος τρόπος ἀποδείξεως τούτου γένοιτο; (τὸ γὰρ ἀποβαίνειν τινὰ κατὰ τὴν ἐνάργειαν, ὧν προλέγουσιν οἱ μάντεις, οὐ τοῦ μαν‐ τικὴν ἐπιστήμην εἶναι σημεῖον ἂν εἴη ἀλλὰ τοῦ τυχικῶς συμπί‐ | |
πτειν ταῖς προαγορεύσεσι συμφώνους τὰς ἐκβάσεις, ὅπερ οὐδεμίαν ἡμῖν ἐπιστήμην ὑποδείκνυσιν· οὐδὲ γὰρ τοξότην ἂν εἴποιμεν ἐπι‐ | 753 | |
20 | στήμονα τὸν ἅπαξ ποτὲ τυχόντα τοῦ σκοποῦ πολλάκις δὲ ἀπο‐ τυγχάνοντα, οὐδὲ ἰατρὸν τὸν ἀναιροῦντα τοὺς πλείους τῶν θερα‐ πευομένων ὑπ’ αὐτοῦ ἕνα δέ ποτε διασῶσαι δυνηθέντα, οὐδὲ ὅλως ἐπιστήμην λέγομεν τὴν μὴ πάντα ἢ τά γε πλεῖστα τῶν οἰκείων ἔργων κατορθοῦσαν. ὅτι δὲ ἀποτυγχάνεται τὰ πολλὰ τοῖς καλου‐ | |
25 | μένοις μάντεσιν, ὁ πᾶς τῶν ἀνθρώπων βίος μάρτυς ἂν εἴη καὶ οὗτοι δὲ αὐτοὶ οἱ τὴν μαντικὴν ἐπαγγελλόμενοι τέχνην, οὐχὶ διὰ ταύτης ἑαυτοῖς βοηθοῦντες ἐν ταῖς κατὰ τὸν βίον χρείαις ἀλλὰ γνώμῃ τε ἰδίᾳ ποτὲ χρώμενοι καὶ συμβουλῇ καὶ συνεργίᾳ τῶν ἐν ἑκάστοις τῶν πραγμάτων ἐμπειρίαν κεκτῆσθαι νενομισμένων.) ἀλλὰ | |
30 | περὶ μὲν τοῦ μὴ συνεστάναι τοῦτο, ὃ προειλήφαμεν καλεῖν μαντι‐ κήν, ἐν ἄλλοις ἀποδώσομεν πληρέστερον παρατιθέμενοι τὰ Ἐπι‐ κούρῳ καὶ περὶ τούτου δοκοῦντα· νυνὶ δὲ τοσοῦτον τοῖς εἰρημένοις προσθήσομεν, ὅτι μάλιστα μὲν τὸ ἀληθεύειν ποτὲ τοὺς καλουμένους μάντεις ἐν ταῖς προαγορεύσεσιν οὐκ ἐπιστήμης ἀλλὰ τυχικῆς αἰτίας | |
35 | ἔργον ἂν εἴη. οὐ γὰρ τὸ μηδεπώποτε τοῦ προκειμένου τυγχάνειν ἀλλὰ τὸ μὴ πάντοτε μηδ’ ὡς ἐπὶ τὸ πλεῖστον μηδ’ ὡς ἐξ ἐπιστή‐ μης, ὅταν τις καί ποτε τυγχάνῃ, τύχης ἔργον καλεῖν προειλήφαμεν οἱ διειληφότες τὰς ὑφ’ ἕκαστον ὄνομα τεταγμένας ἐναργεῖς ἐννοίας ἑαυτῶν. —ἔπειτα, εἰ καὶ καθ’ ὑπόθεσιν ἦν ἀληθὲς τὸ δὴ ‘τὴν μαν‐ | |
40 | τικὴν τῶν μελλόντων 〈ἁπάντων〉 εἶναι θεωρητικήν τε καὶ προαγο‐ ρευτικήν‘, τὸ μὲν ‘πάντα καθ’ εἱμαρμένην εἶναι‘ συνήγετο ἂν οὕτως, τὸ μέντοι χρειῶδες αὐτῆς καὶ βιωφελὲς οὐκ ἄν ποτε ἐδεί‐ κνυτο, δι’ ὃ καὶ μάλιστα δοκεῖ Χρύσιππος ὑμνεῖν τὴν μαντικήν. τί γὰρ ὄφελος ἡμῖν ἦν προμανθάνειν τὰ πάντως ἐσόμενα δυσχερῆ, | |
45 | ἃ οὐδὲ προφυλάξασθαι δυνατὸν ἂν εἴη; τὰ γὰρ καθ’ εἱμαρμέ‐ νην γινόμενα πῶς ἄν τις φυλάξασθαι δύναιτο; ὥστ’ οὐδὲν ὄφελος ἡμῖν τῆς μαντικῆς, μᾶλλον δὲ καὶ πρὸς κακοῦ τινος ἐγίνετο ἂν αὕτη, τὸ προλυπεῖσθαι μάτην παρέχουσα τοῖς ἀνθρώποις ἐπὶ ταῖς προδηλουμέναις δυσχερείαις κατ’ ἀνάγκην ἐσομέναις. οὐ γὰρ τὴν | |
4(50) | ἴσην πάλιν εὐφροσύνην τις φήσει παρέχειν τὴν τῶν ἐσομένων ἀγαθῶν προαγόρευσιν, ἐπειδήπερ οὐχ οὕτως πέφυκεν ἀνθρώποις χαίρειν ἐπὶ τοῖς προσδοκωμένοις ἀγαθοῖς, ὡς ἐπὶ τοῖς κακοῖς ἀνιᾶσθαι. ἄλλως τε καὶ ταῦτα μὲν οὐ πάνυ τι περὶ ἑαυτοὺς ἔσεσθαι πρὶν ἀκοῦσαι κατελπίζομεν, τὰ δ’ ἀγαθὰ μᾶλλον πάντες | |
55 | ὡς εἰπεῖν προσδοκῶμεν διὰ τὴν φυσικὴν οἰκείωσιν πρὸς αὐτά | |
(οἱ μὲν γὰρ πολλοὶ καὶ μείζω τῶν δυνατῶν γενέσθαι κατηλπί‐ κασιν). ἐξ οὗ συμβαίνει τὸ τὴν μὲν τῶν ἀγαθῶν προαγόρευσιν μὴ ἐπιτείνειν πάνυ τι τὴν χαράν (διὰ τὸ καὶ χωρὶς τῆς προ‐ αγορεύσεως ἕκαστον ἐξ ἑαυτοῦ τὰ κρείττω προσδοκᾶν) ἢ 〈ἐπ’〉 | 754 | |
60 | ὀλίγον ἐπιτείνειν τῇ δοκούσῃ βεβαιότητι, πολλάκις δὲ καὶ μειοῦν τὴν χαράν, ὅταν ἐλάττω τῶν ἐλπισθέντων ἀκουσθῇ· τὴν δὲ τῶν κακῶν προαγόρευσιν (καὶ διὰ τὸ ἀπόστρεπτον αὐτῶν φύσει καὶ διὰ τὸ παρ’ ἐλπίδας ἐνίοτε προλέγεσθαι) μεγάλως συν‐ ταράττειν. ἀλλ’ ὅμως, εἰ καὶ μὴ τοῦτο συνέβαινε, τό γε ἀχρεῖον | |
65 | ἔσεσθαι τὴν προαγόρευσιν παντί που δῆλον ἂν εἴη. εἰ γὰρ φήσει τις σωθήσεσθαι τὸ χρήσιμον τῆς μαντικῆς διὰ τὸ προλέγεσθαι τὸ πάντως ἐσόμενον δυσχερὲς εἰ μὴ φυλαξαίμεθα, οὐκέτι δείξει πάντα συμβησόμενα καθ’ εἱμαρμένην ἐφ’ ἡμῖν ὄντος τοῦ φυλάξα‐ σθαί τε καὶ μὴ φυλάξασθαι. εἰ γὰρ ‘καὶ τοῦτο κατηναγκάσθαι‘ | |
70 | φήσει τις, ‘ὡς εἰς πάντα τὰ ὄντα διατείνειν τὴν εἱμαρμένην‘, πάλιν τὸ τῆς μαντικῆς χρήσιμον ἀναιρεῖται· φυλαξόμεθα γάρ, εἰ καθεί‐ μαρται, καὶ οὐ φυλαξόμεθα δῆλον ὡς, εἰ μὴ καθείμαρται φυλάξα‐ σθαι, κἂν πάντες οἱ μάντεις τὸ ἐσόμενον προαγορεύωσιν ἡμῖν. τὸν γοῦν Οἰδίποδα καὶ τὸν Ἀλέξανδρον τὸν τοῦ Πριάμου καὶ αὐτὸς | |
75 | ὁ Χρύσιππός φησι πολλὰ μηχανησαμένων τῶν γονέων ὥστε ἀπο‐ κτεῖναι, ἵνα τὸ ἀπ’ αὐτῶν προρρηθὲν αὑτοῖς κακὸν φυλάξωνται, μὴ δυνηθῆναι. οὕτως οὐδὲν ὄφελος οὐδὲ αὐτοῖς τῆς τῶν κακῶν προαγορεύσεώς φησιν εἶναι διὰ τὴν 〈ἐκ〉 τῆς εἱμαρμένης αἰτίαν. τοῦτο μὲν οὖν ἐκ περιουσίας εἰρήσθω πρὸς τὸ μὴ μόνον ἀνυπόστα‐ | |
80 | τον ἀλλὰ καὶ ἀχρεῖον τῆς μαντικῆς. | 755 |